Νεακαδημίας Νόμος

Editio et Interpretatio

Incunabula

[1]ἐπειδὴ πολλὰ καὶ ὠφέλιμα τοῖς περὶ παιδείαν ἐσπουδακόσι παραγίνεσθαι πέφυκεν ἐκ τῆς ἑλληνικῆς ὁμιλίας, δἐδοκται κοινῇ τοῖς τρισὶν ἡμῖν, Ἄλδῳ τῷ Ῥωμαίῳ, Ἰωάννῃ τῷ κρητὶ, καὶ τρίτῳ ἐμοὶ Σκιπίωνι τῷ Καρτερομάχῳ, νόμον θέσθαι, μὴ ἄλλως ἐξεῖναι ἀλλήλοις ὁμιλεῖν, εἰ μὴ τῇ ἑλλάδι φωνῇ. εἴ τις δὲ ἄλλως διαλέγοιτο ἐν ἡμῖν, ἢ ἐξεπίτηδες, ἢ προνοούμενος, ἢ καὶ αὐτοῦ τοῦ νόμου ἐπιλαθόμενος, ἢ κατ' ἄλλην τινὰ τύχην, ζημιούσθω ἀργυρίδιον ἓν, ὁποσάκις ἂν τύχῃ τοῦτο ποιῶν. σολοικισμοῦ δὲ μὴ κείσθω ζημία, εἰ μὴ ἄρα τίς ἐπιτηδεύων ἐξαμάρτοι καὶ τοῦτο.

[2]καταβαλέτω δὲ ὁ ἐξαμαρτὼν τὸ ἐπιτίμιον εὐθὺς, μὴ δ'ἀναβαλέσθω ἔστ'αὔριον, ἔστ'ἔννηφιν, μὴ ἀποτίσας δὲ, διπλάσιον ὀφειλέτω, μὴ δοὺς δὲ καὶ τοῦτο, τετραπλάσιον, καὶ κατὰ λόγον ἀεὶ τῆς ὑπερθέσεως εἰς πραττέσθω.

[3]ὀλιγωρῶν δὲ τοῦ νόμου, ἢ καὶ τοῦ ἐκτίνειν ὑπεριδὼν, τοῦ κοινοῦ τῶν ἑλληνιδῶν ἀπελαυνέσω, καὶ τῆς τῶν σοπουδαίων ὁμιλίας ἀπαξιούσθω, καὶ τὸ ἀπὸ τούτου, ἀποφρὰς νομιζέσθω τὸ τοῦ τοιούτου ἀπάντημα.

[4]ἐμβεβλήσθω δὲ τὸ καταβαλλόμενον ἐκτετορνευμένην, αὕτη δὲ παραδεδόσθω εἰς φυλακὴν, ἢ ἡμῶν τινι, ἢ τῷ χειροτονηθέντι ὑφ' ἡμῶν ᾡτινιοῦν, καὶ ἀξίῳ κριθέντι, ἐπικεκλεισμένη πρότερον ἐπιμελῶς, καὶ ἐπεσφραγισμἐνην ἐς τὸ ἀσφαλέστατον. ὅταν δὲ ἀνοιχρῆναι δοκῇ, εἰς τὸ μέσον προτεθείσθω, καὶ διηριθμήσθω τὸ νόμισμα, καὶ εἰ μὲν ἱκανὸν ᾖ εἰς συμποσίου τιμήν τε, καὶ δαπάνημα, ἐγκεχειρίσθω Ἄλδῳ τῷ κυρίῳ, ἀφ'ὧν ἡμᾶς ἐκεῖνος ἑστιάτω λαμπρῶς, καὶ οὐ κατὰ τοὺς ἐντυπωτὰς, ἀλλ'ἀνδράσι πρεπόντως τοῖς τὴν νεακαδημίαν ὀνειροπολοῦσιν ἤδη, καὶ πλατωνικῶς μικροῦ δεῖν κατασκευάσασιν αὐτήν. εἰ δὲ μήπω ἱκανὸν τἀργύριον εἰς τὸ συμπόσιον, ἐναποτεθείσθω πάλιν εἰς τὴν πυξίδα, καὶ ἐναφείσθω ἕως οὗ τοσοῦτον ἐνείη τε καὶ ἐγγένοιτο, ὅσον ἐξαρκεῖν εἰς τὴν ἑστίασιν.

[5]ἐξέστω δὲ μηδένα ἡμῖν συμπότην παραλαβεῖν, πλὴν εἰ ἄρα τῶν φιλελλήνων τινὰ, οὐκ ἀνάξιον τοῦ χοροῦ τοῦτο ἔστιν, οὐκ ἄμουσον, οὐκ ἄμοιρον τῶν ἑλληνικῶν. καὶ τὸ μἐγιστον, τῆς νεακαδημίας οὐκ ἀλλότριον, οὐκ ἄπειρον, οὐδ' ἀμύητον τῶν ἡμετἐρων. εἰ δέ τις ξένος, ἢ τῶν ἔξωθεν (οἷα φιλεῖ) ἀφίκοιτό ποτε, καὶ ἐπιδημοίη ἐνταῦθα κατά τινα χρείαν, εἰ μὲν πεπαιδευμένος, καὶ τῶν ἑλληνικῶν ἐπιστήμων, καὶ αὐτὸς ἔνοχος ἔστω τοῖς ἀναγεγραμμένοις, ἀντιτεἰνων δὲ τῷ νὀμῳ, ἢ ἐναντιούμενος, μηδεμιᾶς τυχὼν συγγνώμης, μηδὲ ἀπολογίας τινὸς, ἐρήμην εὐθὺς καταδεδικάσθω, καὶ τῆς νεακαδημίας ἐκδεδιώχθω ἀνάξιος ὢν, καὶ τοὐντεῦθεν, μηκέτι εἰσδεδέχθω ἐν ἡμῖν, εἰ μὴ μετανοῶν ἐφ' οἷς ἥμαρτε, τοῖς ἅπαξ κατασταθεῖσιν ἐμμένειν ὑποστῇ, καὶ ὥσπερ ἐγγυητὰς καταστήσῃ. εἰ δ' αὖ τίς μὴ εἰδὼς τὰ ἑλληνικὰ, ὡς μήπω τούτων ἡμμένος, ἢ μὴ ἐπὶ τοσοῦτον, ὥσθ' ἑλληνίζειν δύνασθαι, ἀλλ' ἐν τοῖς τοιούτοις ἔτι παιδευόμενος, ἢ καὶ παιδεύεσθαι προθυμούμενος, καὶ οὗτος ἐν ἡμῖν ἐξετασθεὶς, ἐθιζέσθω καὶ αὐτὸς κατὰ μικρὸν τὰ ὅμοια ἡμῖν ἑλληνίζειν, ἀτακτήσας δὲ, καὶ νὴ δία καταγελάσας τῆς διατριβῆς, ἀποκεκλείσθω τοῦ λοιποῦ, μηδ' αὖθις τῆς συνουσίας ἀξιοῦσθω, μηδ' ἂν πάνυ δέοιτο.

[6]Εἰσηγήσατο τὸν νόμον Σκιπίων καρτερόμαχος, φυλῆς ἀναγνωστίδος. ἐπεψήφισαν, Ἄλδος Ῥωμαῖος, ὁ τῆς Νεακαδημίας ἀρχηγέτης, καὶ Ἰωάννης Κρὴς, φυλῆς διορθωτίδος, πρυτανεύοντες. ἐπεχειροτόνησαν δὲ οἱ Νεακαδημαϊκοὶ πάντες, ὧν Βαπτιστὴς πρεσβύτερος, φυλῆς ἱεροπρεπίδος, καὶ Παῦλος Ἐνετὸς, φυλῆς εὐγενέτιδος, καὶ Ἱερώνυμος Λουκαῖος ἰατρὸς, φυλῆς θεραπευτίδος, κὶ φράγκισκος Ῥόσηττος βηρωναῖος, φυλῆς διδασκαλίδος, καὶ ἄλλοι συχνοὶ μαθητιῶντες ἤδη, καὶ τῆς Νεακαδημίας ἐπιθυμοῦντες, ὀνόματι μόνον προσαγόμενοι.

[7]Εἴη δὲ εὐτυχεῖν εἰς ἅπαντα, καὶ τοὺς αὐτῆς ἐχομένους.

Wilson (2016)Incunabula
[1]ἢ κατ' ἄλλην τινὰ τύχην.ἢ κατ' ἄλλην τινὰ τύχην,
[4]ἱκανὸν τ' ἀργύριονἱκανὸν τἀργύριον
ἀναποτεθείσθωἐναποτεθείσθω
ἀναφείσθωἐναφείσθω
[5]αὖθις fortasse recte.αὖ τίς (?)
εἰ μὴἢ μὴ
παιδευομένοςπαιδευόμενος
[6]εὐγενετίδος emendatio?εὐγενέτιδος

2017/12/15


▲戻る